Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.619 Joseph. BJ 4.627 (English) >>Joseph. BJ 4.634

4.624ἐξεπέπληκτο δὲ τὸν ἄνδρα δεσμώτην ἔτι ὄντα παρʼ αὐτῷ, καὶ προσκαλεσάμενος Μουκιανὸν ἅμα τοῖς ἄλλοις ἡγεμόσι καὶ φίλοις πρῶτον μὲν αὐτοῦ τὸ δραστήριον ἐκδιηγεῖτο καὶ ὅσα περὶ τοῖς Ἰωταπάτοις διʼ αὐτὸν ἔκαμον, 4.625ἔπειτα τὰς μαντείας, ἃς αὐτὸς μὲν ὑπώπτευσε τότε πλάσματα τοῦ δέους, ἀποδειχθῆναι δὲ ὑπὸ τοῦ χρόνου καὶ τῶν πραγμάτων θείας. 4.626αἰσχρὸν οὖν, ἔφη, τὸν προθεσπίσαντά μοι τὴν ἀρχὴν καὶ διάκονον τῆς τοῦ θεοῦ φωνῆς ἔτι αἰχμαλώτου τάξιν δεσμώτου τύχην ὑπομένεινκαὶ καλέσας τὸν Ἰώσηπον λυθῆναι κελεύει. 4.627τοῖς μὲν οὖν ἡγεμόσιν ἐκ τῆς εἰς τὸν ἀλλόφυλον ἀμοιβῆς λαμπρὰ καὶ περὶ αὑτῶν ἐλπίζειν παρέστη, συνὼν δὲ τῷ πατρὶ Τίτοςδίκαιον, 4.628 πάτερ, ἔφη, τοῦ Ἰωσήπου καὶ τὸ ὄνειδος ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ· γενήσεται γὰρ ὅμοιος τῷ μὴ δεθέντι τὴν ἀρχήν, ἂν αὐτοῦ μὴ λύσωμεν ἀλλὰ κόψωμεν

-- --

τὰ δεσμά.” τοῦτο γὰρ ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται. 4.629συνεδόκει ταῦτα, καὶ παρελθών τις πελέκει διέκοψε τὴν ἅλυσιν. δὲ Ἰώσηπος εἰληφὼς περὶ τῶν προειρημένων γέρας τὴν ἐπιτιμίαν ἤδη καὶ περὶ τῶν μελλόντων ἀξιόπιστος ἦν. 4.630

Οὐεσπασιανὸς δὲ ταῖς πρεσβείαις χρηματίσας καὶ καταστησάμενος ἑκάστοις τὰς ἀρχὰς δικαίως καὶ διὰ τῶν ἀξίων εἰς Ἀντιόχειαν ἀφικνεῖται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.619 Joseph. BJ 4.627 (English) >>Joseph. BJ 4.634

Powered by PhiloLogic